Δευτέρα 11 Ιουλίου 2011

ΟΜΗΡΙΚΟΣ ΥΜΝΟΣ ΕΙΣ ΑΠΟΛΛΩΝΑ


Μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,ὅν τε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα.καί ῥά τ' ἀναίσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιοπάντες ἀφ' ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.Λητὼ δ' οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,ἥ ῥα βιόν τ' ἐχάλασσε καὶ ἐκλήϊσε φαρέτρην,καί οἱ ἀπ' ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσατόξον ἀνεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖοπασσάλου ἐκ χρυσέου. τὸν δ' εἰς θρόνον εἷσεν ἄγουσα.τῷ δ' ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳδεικνύμενος φίλον υἱόν, ἔπειτα δὲ δαίμονες ἄλλοιἔνθα καθίζουσιν. χαίρει δέ τε πότνια Λητώ,οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.χαῖρε μάκαιρ' ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκναἈπόλλωνά τ' ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,ἀγχοτάτω φοίνικος ὑπ' Ἰνωποῖο ῥεέθροις.

Από: ΕΣΕΤΑΙ ΗΜΑΡ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.